Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.40 Dem. 40.45 (English) >>Dem. 40.48

40.43ὃς οὕτως ἐπίβουλός ἐστιν, ὥστε καὶ τὴν δίαιταν ταύτην ἐπιτρέπειν με προὐκαλεῖτο, οὐχ ὅπως ἀπαλλαγῇ πρός με, ἀλλʼ ἵνα, ὥσπερ καὶ πρότερον ἕνδεκα ἔτη διήγαγε κακουργῶν, οὕτως καὶ νῦν τὰ ἀποδιαιτηθέντα μου λύσας ἐξ ἀρχῆς με συκοφαντῇ καὶ τὴν δίκην ταύτην ἐκκρούῃ. 40.44τεκμήριον δὲ τούτου μέγιστον· οὔτε γὰρ τὴν πρόκλησιν ἐδέχετο, ἣν ἐγὼ κατὰ τοὺς νόμους προὐκαλούμην αὐτόν, πρότερόν τε Ξενίππῳ, ὃν οὗτος προὐβάλετο διαιτητήν, ἐπιτρέψαντός μου περὶ τῆς τοῦ ὀνόματος δίκης, ἀπηγόρευσεν αὑτῷ μὴ διαιτᾶν. ὅτι δὲ καὶ ταῦτʼ ἀληθῆ λέγω, ἐκ τῆς μαρτυρίας καὶ τῆς προκλήσεως εἴσεσθε.Μαρτυρία Πρόκλησις

40.45ταύτην τοίνυν τὴν πρόκλησιν οὐ δεξάμενος, ἀλλʼ ἐνεδρεύων με καὶ τὴν δίκην ὅτι πλεῖστον χρόνον ἐκκρούειν βουλόμενος, κατηγορήσει, ὡς ἐγὼ πυνθάνομαι, οὐ μόνον ἐμοῦ, ἀλλὰ καὶ τοῦ πατρός, λέγων ὡς ἐκεῖνος ἐμοὶ χαριζόμενος πολλὰ τοῦτον ἠδίκησεν. ὑμεῖς δʼ, ἄνδρες δικασταί, μάλιστα μέν, ὥσπερ αὐτοὶ οὐκ ἂν ἀξιώσαιτε κακῶς ἀκούειν ὑπὸ τῶν ὑμετέρων παίδων, οὕτω μηδὲ τούτῳ ἐπιτρέπετε περὶ τοῦ πατρὸς βλασφημεῖν· 40.46καὶ γὰρ ἂν εἴη δεινόν, εἰ αὐτοὶ μὲν πρὸς τοὺς ἐπὶ τῆς ὀλιγαρχίας πολλοὺς τῶν πολιτῶν ἀκρίτους ἀποκτείναντας διαλλαγέντες ἐμμένετε ταῖς ὁμολογίαις, ὥσπερ χρὴ τοὺς καλοὺς κἀγαθοὺς ἄνδρας, τούτῳ δὲ πρὸς τὸν πατέρα ζῶντα καὶ διαλυθέντι καὶ πολλὰ παρὰ τὸ δίκαιον πλεονεκτήσαντι νῦν μνησικακεῖν ἐπιτρέψετε καὶ κακῶς λέγειν ἐκεῖνον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.40 Dem. 40.45 (English) >>Dem. 40.48

Powered by PhiloLogic